4.150 ὀφθαλμῶν τε βολαὶ κεφαλή τʹ ἐφύπερθέ τε χαῖται .
4.151 καὶ νῦν τοι ἐγὼ μεμνημένος ἀμφʹ Ὀδυσῆι
4.152 μυθεόμην , ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
4.153 ἀμφʹ ἐμοί , αὐτὰρ πικρὸν ὑπʹ ὀφρύσι δάκρυον εἶβε ,
4.154 χλαῖναν πορφυρέην ἄντʹ ὀφθαλμοῖιν ἀνασχών .
4.155 τὸν δʹ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα ·
4.156 Ἀτρεΐδη Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν ,
4.157 κείνου μέν τοι ὅδʹ υἱὸς ἐτήτυμον , ὡς ἀγορεύεις ·
4.158 ἀλλὰ σαόφρων ἐστί , νεμεσσᾶται δʹ ἐνὶ θυμῷ
4.159 ὧδʹ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
4.160 ἄντα σέθεν , τοῦ νῶι θεοῦ ὣς τερπόμεθʹ αὐδῇ .
4.161 αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
4.162 τῷ ἅμα πομπὸν ἕπεσθαι · ἐέλδετο γάρ σε ἰδέσθαι ,
4.163 ὄφρα οἱ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον .
4.164 πολλὰ γὰρ ἄλγεʹ ἔχει πατρὸς πάϊς οἰχομένοιο
4.165 ἐν μεγάροις , μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν ,
4.166 ὡς νῦν Τηλεμάχῳ μὲν οἴχεται , οὐδέ οἱ ἄλλοι
4.167 εἴσʹ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα .
4.168 τὸν δʹ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
4.169 πόποι , μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
4.170 ἵκεθʹ , ὃς εἵνεκʹ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους ·
4.171 καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
4.172 Ἀργείων , εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
4.173 νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς .
4.174 καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʹ ἔτευξα ,
4.175 ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ
4.176 καὶ πᾶσιν λαοῖσι , μίαν πόλιν ἐξαλαπάξας ,
4.177 αἳ περιναιετάουσιν , ἀνάσσονται δʹ ἐμοὶ αὐτῷ .
4.178 καί κε θάμʹ ἐνθάδʹ ἐόντες ἐμισγόμεθʹ · οὐδέ κεν ἡμέας
4.179 ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε ,