4.63 ἀλλʹ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
4.64 σκηπτούχων , ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν .
4.65 ὣς φάτο , καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
4.66 ὄπτʹ ἐν χερσὶν ἑλών , τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ .
4.67 οἱ δʹ ἐπʹ ὀνείαθʹ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
4.68 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
4.69 δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν ,
4.70 ἄγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθʹ οἱ ἄλλοι ·
4.71 φράζεο , Νεστορίδη , τῷ ἐμῷ κεχαρισμένε θυμῷ ,
4.72 χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
4.73 χρυσοῦ τʹ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʹ ἐλέφαντος .
4.74 Ζηνός που τοιήδε γʹ Ὀλυμπίου ἔνδοθεν αὐλή ,
4.75 ὅσσα τάδʹ ἄσπετα πολλά · σέβας μʹ ἔχει εἰσορόωντα .
4.76 τοῦ δʹ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος ,
4.77 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.78 τέκνα φίλʹ , τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι ·
4.79 ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʹ ἔασιν ·
4.80 ἀνδρῶν δʹ κέν τίς μοι ἐρίσσεται , ἠὲ καὶ οὐκί ,
4.81 κτήμασιν . γὰρ πολλὰ παθὼν καὶ πόλλʹ ἐπαληθεὶς
4.82 ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον ,
4.83 Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς ,
4.84 Αἰθίοπάς θʹ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
4.85 καὶ Λιβύην , ἵνα τʹ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι .
4.86 τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν .
4.87 ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
4.88 τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος ,
4.89 ἀλλʹ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι .
4.90 ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
4.91 ἠλώμην , τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν