4.32 τὸ πρίν · ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις .
4.33 μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
4.34 ἄλλων ἀνθρώπων δεῦρʹ ἱκόμεθʹ , αἴ κέ ποθι Ζεὺς
4.35 ἐξοπίσω περ παύσῃ ὀιζύος . ἀλλὰ λύʹ ἵππους
4.36 ξείνων , ἐς δʹ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι .
4.37 ὣς φάθʹ , δὲ μεγάροιο διέσσυτο , κέκλετο δʹ ἄλλους
4.38 ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ .
4.39 οἱ δʹ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας ,
4.40 καὶ τοὺς μὲν κατέδησαν ἐφʹ ἱππείῃσι κάπῃσι ,
4.41 πὰρ δʹ ἔβαλον ζειάς , ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν ,
4.42 ἅρματα δʹ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα ,
4.43 αὐτοὺς δʹ εἰσῆγον θεῖον δόμον . οἱ δὲ ἰδόντες
4.44 θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος ·
4.45 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
4.46 δῶμα καθʹ ὑψερεφὲς Μενελάου κυδαλίμοιο .
4.47 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν ,
4.48 ἔς ῥʹ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο .
4.49 τοὺς δʹ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ,
4.50 ἀμφὶ δʹ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας ,
4.51 ἔς ῥα θρόνους ἕζοντο παρʹ Ἀτρεΐδην Μενέλαον .
4.52 χέρνιβα δʹ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
4.53 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος ,
4.54 νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν .
4.55 σῖτον δʹ αἰδοίη ταμίη παρέθηκε φέρουσα ,
4.56 εἴδατα πόλλʹ ἐπιθεῖσα , χαριζομένη παρεόντων .
4.57 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
4.58 παντοίων , παρὰ δέ σφι τίθει χρύσεια κύπελλα .
4.59 τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος ·
4.60 σίτου θʹ ἅπτεσθον καὶ χαίρετον . αὐτὰρ ἔπειτα
4.61 δείπνου πασσαμένω εἰρησόμεθʹ , οἵ τινές ἐστον
4.62 ἀνδρῶν · οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων ,