3.324 εἰ δʹ ἐθέλεις πεζός , πάρα τοι δίφρος τε καὶ ἵπποι ,
3.325 πὰρ δὲ τοι υἷες ἐμοί , οἵ τοι πομπῆες ἔσονται
3.326 ἐς Λακεδαίμονα δῖαν , ὅθι ξανθὸς Μενέλαος .
3.327 λίσσεσθαι δέ μιν αὐτός , ἵνα νημερτὲς ἐνίσπῃ ·
3.328 ψεῦδος δʹ οὐκ ἐρέει · μάλα γὰρ πεπνυμένος ἐστίν .
3.329 ὣς ἔφατʹ , ἠέλιος δʹ ἄρʹ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε .
3.330 τοῖσι δὲ καὶ μετέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
3.331 γέρον , τοι ταῦτα κατὰ μοῖραν κατέλεξας ·
3.332 ἀλλʹ ἄγε τάμνετε μὲν γλώσσας , κεράασθε δὲ οἶνον ,
3.333 ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
3.334 σπείσαντες κοίτοιο μεδώμεθα · τοῖο γὰρ ὥρη .
3.335 ἤδη γὰρ φάος οἴχεθʹ ὑπὸ ζόφον , οὐδὲ ἔοικεν ·
3.336 δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν , ἀλλὰ νέεσθαι .
3.337 ῥα Διὸς θυγάτηρ , οἱ δʹ ἔκλυον αὐδησάσης .
3.338 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν ,
3.339 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο ,
3.340 νώμησαν δʹ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι ·
3.341 γλώσσας δʹ ἐν πυρὶ βάλλον , ἀνιστάμενοι δʹ ἐπέλειβον .
3.342 αὐτὰρ ἐπεὶ σπεῖσάν τʹ ἔπιον θʹ , ὅσον ἤθελε θυμός ,
3.343 δὴ τότʹ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
3.344 ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι .
3.345 Νέστωρ δʹ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν ·
3.346 Ζεὺς τό γʹ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ,
3.347 ὡς ὑμεῖς παρʹ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
3.348 ὥς τέ τευ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ ,
3.349 οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʹ ἐνὶ οἴκῳ ,
3.350 οὔτʹ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν .
3.351 αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά .