3.295 ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ ,
3.296 ἐς Φαιστόν , μικρὸς δὲ λίθος μέγα κῦμʹ ἀποέργει .
3.297 αἱ μὲν ἄρʹ ἔνθʹ ἦλθον , σπουδῇ δʹ ἤλυξαν ὄλεθρον
3.298 ἄνδρες , ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
3.299 κύματʹ · ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
3.300 Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ .
3.301 ὣς μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
3.302 ἠλᾶτο ξὺν νηυσὶ κατʹ ἀλλοθρόους ἀνθρώπους ·
3.303 τόφρα δὲ ταῦτʹ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά .
3.304 ἑπτάετες δʹ ἤνασσε πολυχρύσοιο Μυκήνης ,
3.305 κτείνας Ἀτρεΐδην , δέδμητο δὲ λαὸς ὑπʹ αὐτῷ .
3.306 τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
3.307 ἂψ ἀπʹ Ἀθηνάων , κατὰ δʹ ἔκτανε πατροφονῆα ,
3.308 Αἴγισθον δολόμητιν , οἱ πατέρα κλυτὸν ἔκτα .
3.309 τοι τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
3.310 μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο ·
3.311 αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
3.312 πολλὰ κτήματʹ ἄγων , ὅσα οἱ νέες ἄχθος ἄειραν .
3.313 καὶ σύ , φίλος , μὴ δηθὰ δόμων ἄπο τῆλʹ ἀλάλησο ,
3.314 κτήματά τε προλιπὼν ἄνδρας τʹ ἐν σοῖσι δόμοισιν
3.315 οὕτω ὑπερφιάλους , μή τοι κατὰ πάντα φάγωσιν
3.316 κτήματα δασσάμενοι , σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς .
3.317 ἀλλʹ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
3.318 ἐλθεῖν · κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν ,
3.319 ἐκ τῶν ἀνθρώπων , ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
3.320 ἐλθέμεν , ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
3.321 ἐς πέλαγος μέγα τοῖον , ὅθεν τέ περ οὐδʹ οἰωνοὶ
3.322 αὐτόετες οἰχνεῦσιν , ἐπεὶ μέγα τε δεινόν τε .
3.323 ἀλλʹ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν ·