3.352 οὔ θην δὴ τοῦδʹ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
3.353 νηὸς ἐπʹ ἰκριόφιν καταλέξεται , ὄφρʹ ἂν ἐγώ γε
3.354 ζώω , ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται ,
3.355 ξείνους ξεινίζειν , ὅς τίς κʹ ἐμὰ δώμαθʹ ἵκηται .
3.356 τὸν δʹ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
3.357 εὖ δὴ ταῦτά γʹ ἔφησθα , γέρον φίλε · σοὶ δὲ ἔοικεν
3.358 Τηλέμαχον πείθεσθαι , ἐπεὶ πολὺ κάλλιον οὕτως .
3.359 ἀλλʹ οὗτος μὲν νῦν σοὶ ἅμʹ ἕψεται , ὄφρα κεν εὕδῃ
3.360 σοῖσιν ἐνὶ μεγάροισιν · ἐγὼ δʹ ἐπὶ νῆα μέλαιναν
3.361 εἶμʹ , ἵνα θαρσύνω θʹ ἑτάρους εἴπω τε ἕκαστα .
3.362 οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι ·
3.363 οἱ δʹ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται ,
3.364 πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο .
3.365 ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
3.366 νῦν · ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
3.367 εἶμʹ ἔνθα χρεῖός μοι ὀφέλλεται , οὔ τι νέον γε
3.368 οὐδʹ ὀλίγον . σὺ δὲ τοῦτον , ἐπεὶ τεὸν ἵκετο δῶμα ,
3.369 πέμψον σὺν δίφρῳ τε καὶ υἱέι · δὸς δέ οἱ ἵππους ,
3.370 οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι .
3.371 ὣς ἄρα φωνήσασʹ ἀπέβη γλαυκῶπις Ἀθήνη
3.372 φήνῃ εἰδομένη · θάμβος δʹ ἕλε πάντας ἰδόντας .
3.373 θαύμαζεν δʹ γεραιός , ὅπως ἴδεν ὀφθαλμοῖς ·
3.374 Τηλεμάχου δʹ ἕλε χεῖρα , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
3.375 φίλος , οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι ,
3.376 εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται .
3.377 οὐ μὲν γάρ τις ὅδʹ ἄλλος Ὀλύμπια δώματʹ ἐχόντων ,
3.378 ἀλλὰ Διὸς θυγάτηρ , κυδίστη Τριτογένεια ,