3.265 δʹ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
3.266 δῖα Κλυταιμνήστρη · φρεσὶ γὰρ κέχρητʹ ἀγαθῇσι ·
3.267 πὰρ δʹ ἄρʹ ἔην καὶ ἀοιδὸς ἀνήρ , πόλλʹ ἐπέτελλεν
3.268 Ἀτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν .
3.269 ἀλλʹ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι ,
3.270 δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
3.271 κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι ,
3.272 τὴν δʹ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε .
3.273 πολλὰ δὲ μηρίʹ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς ,
3.274 πολλὰ δʹ ἀγάλματʹ ἀνῆψεν , ὑφάσματά τε χρυσόν τε ,
3.275 ἐκτελέσας μέγα ἔργον , οὔ ποτε ἔλπετο θυμῷ .
3.276 ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες ,
3.277 Ἀτρεΐδης καὶ ἐγώ , φίλα εἰδότες ἀλλήλοισιν ·
3.278 ἀλλʹ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʹ , ἄκρον Ἀθηνέων ,
3.279 ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
3.280 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε ,
3.281 πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα ,
3.282 Φρόντιν Ὀνητορίδην , ὃς ἐκαίνυτο φῦλʹ ἀνθρώπων
3.283 νῆα κυβερνῆσαι , ὁπότε σπέρχοιεν ἄελλαι .
3.284 ὣς μὲν ἔνθα κατέσχετʹ , ἐπειγόμενός περ ὁδοῖο ,
3.285 ὄφρʹ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν .
3.286 ἀλλʹ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
3.287 ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
3.288 ἷξε θέων , τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
3.289 ἐφράσατο , λιγέων δʹ ἀνέμων ἐπʹ ἀυτμένα χεῦε ,
3.290 κύματά τε τροφέοντο πελώρια , ἶσα ὄρεσσιν .
3.291 ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν ,
3.292 ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα .
3.293 ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
3.294 ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ ·