3.236 ἀλλʹ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
3.237 καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν , ὁππότε κεν δὴ
3.238 μοῖρʹ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο .
3.239 τὴν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
3.240 Μέντορ , μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ ·
3.241 κείνῳ δʹ οὐκέτι νόστος ἐτήτυμος , ἀλλά οἱ ἤδη
3.242 φράσσαντʹ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν .
3.243 νῦν δʹ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
3.244 Νέστορʹ , ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων ·
3.245 τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʹ ἀνδρῶν ·
3.246 ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι .
3.247 Νέστορ Νηληϊάδη , σὺ δʹ ἀληθὲς ἐνίσπες ·
3.248 πῶς ἔθανʹ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ;
3.249 ποῦ Μενέλαος ἔην ; τίνα δʹ αὐτῷ μήσατʹ ὄλεθρον
3.250 Αἴγισθος δολόμητις , ἐπεὶ κτάνε πολλὸν ἀρείω ;
3.251 οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ , ἀλλά πῃ ἄλλῃ
3.252 πλάζετʹ ἐπʹ ἀνθρώπους , δὲ θαρσήσας κατέπεφνε ;
3.253 τὸν δʹ ἠμείβετʹ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
3.254 τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθέα πάντʹ ἀγορεύσω .
3.255 τοι μὲν τάδε καὐτὸς ὀίεαι , ὥς κεν ἐτύχθη ,
3.256 εἰ ζωόν γʹ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
3.257 Ἀτρεΐδης Τροίηθεν ἰών , ξανθὸς Μενέλαος ·
3.258 τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν ,
3.259 ἀλλʹ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
3.260 κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος , οὐδέ κέ τίς μιν
3.261 κλαῦσεν Ἀχαιιάδων · μάλα γὰρ μέγα μήσατο ἔργον .
3.262 ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
3.263 ἥμεθʹ · δʹ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
3.264 πόλλʹ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʹ ἐπέεσσιν .