3.208 ἀλλʹ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον ,
3.209 πατρί τʹ ἐμῷ καὶ ἐμοί · νῦν δὲ χρὴ τετλάμεν ἔμπης .
3.210 τὸν δʹ ἠμείβετʹ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
3.211 φίλʹ , ἐπεὶ δὴ ταῦτά μʹ ἀνέμνησας καὶ ἔειπες ,
3.212 φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
3.213 ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι ·
3.214 εἰπέ μοι , ἠὲ ἑκὼν ὑποδάμνασαι , σέ γε λαοὶ
3.215 ἐχθαίρουσʹ ἀνὰ δῆμον , ἐπισπόμενοι θεοῦ ὀμφῇ .
3.216 τίς δʹ οἶδʹ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών ,
3.217 γε μοῦνος ἐὼν καὶ σύμπαντες Ἀχαιοί ;
3.218 εἰ γάρ σʹ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη ,
3.219 ὡς τότʹ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
3.220 δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγεʹ Ἀχαιοί
3.221 οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας ,
3.222 ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη
3.223 εἴ σʹ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ ,
3.224 τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο .
3.225 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
3.226 γέρον , οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω ·
3.227 λίην γὰρ μέγα εἶπες · ἄγη μʹ ἔχει . οὐκ ἂν ἐμοί γε
3.228 ἐλπομένω τὰ γένοιτʹ , οὐδʹ εἰ θεοὶ ὣς ἐθέλοιεν .
3.229 τὸν δʹ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
3.230 Τηλέμαχε , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
3.231 ῥεῖα θεός γʹ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι .
3.232 βουλοίμην δʹ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
3.233 οἴκαδέ τʹ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι ,
3.234 ἐλθὼν ἀπολέσθαι ἐφέστιος , ὡς Ἀγαμέμνων
3.235 ὤλεθʹ ὑπʹ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο .