3.119 παντοίοισι δόλοισι , μόγις δʹ ἐτέλεσσε Κρονίων .
3.120 ἔνθʹ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
3.121 ἤθελʹ , ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
3.122 παντοίοισι δόλοισι , πατὴρ τεός , εἰ ἐτεόν γε
3.123 κείνου ἔκγονός ἐσσι · σέβας μʹ ἔχει εἰσορόωντα .
3.124 τοι γὰρ μῦθοί γε ἐοικότες , οὐδέ κε φαίης
3.125 ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι .
3.126 ἔνθʹ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
3.127 οὔτε ποτʹ εἰν ἀγορῇ δίχʹ ἐβάζομεν οὔτʹ ἐνὶ βουλῇ ,
3.128 ἀλλʹ ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῇ
3.129 φραζόμεθʹ Ἀργείοισιν ὅπως ὄχʹ ἄριστα γένοιτο .
3.130 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν ,
3.131 βῆμεν δʹ ἐν νήεσσι , θεὸς δʹ ἐσκέδασσεν Ἀχαιούς ,
3.132 καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
3.133 Ἀργείοις , ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
3.134 πάντες ἔσαν · τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
3.135 μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης .
3.136 τʹ ἔριν Ἀτρεΐδῃσι μετʹ ἀμφοτέροισιν ἔθηκε .
3.137 τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς ,
3.138 μάψ , ἀτὰρ οὐ κατὰ κόσμον , ἐς ἠέλιον καταδύντα ,
3.139 οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν ,
3.140 μῦθον μυθείσθην , τοῦ εἵνεκα λαὸν ἄγειραν .
3.141 ἔνθʹ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
3.142 νόστου μιμνήσκεσθαι ἐπʹ εὐρέα νῶτα θαλάσσης ,
3.143 οὐδʹ Ἀγαμέμνονι πάμπαν ἑήνδανε · βούλετο γάρ ῥα
3.144 λαὸν ἐρυκακέειν ῥέξαι θʹ ἱερὰς ἑκατόμβας ,
3.145 ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο ,
3.146 νήπιος , οὐδὲ τὸ ᾔδη , οὐ πείσεσθαι ἔμελλεν ·
3.147 οὐ γάρ τʹ αἶψα θεῶν τρέπεται νόος αἰέν ἐόντων .
3.148 ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν