3.28 οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε .
3.29 ὣς ἄρα φωνήσασʹ ἡγήσατο Παλλὰς Ἀθήνη
3.30 καρπαλίμως · δʹ ἔπειτα μετʹ ἴχνια βαῖνε θεοῖο .
3.31 ἷξον δʹ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας ,
3.32 ἔνθʹ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν , ἀμφὶ δʹ ἑταῖροι
3.33 δαῖτʹ ἐντυνόμενοι κρέα τʹ ὤπτων ἄλλα τʹ ἔπειρον .
3.34 οἱ δʹ ὡς οὖν ξείνους ἴδον , ἁθρόοι ἦλθον ἅπαντες ,
3.35 χερσίν τʹ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον .
3.36 πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
3.37 ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
3.38 κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
3.39 πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ·
3.40 δῶκε δʹ ἄρα σπλάγχνων μοίρας , ἐν δʹ οἶνον ἔχευεν
3.41 χρυσείῳ δέπαϊ · δειδισκόμενος δὲ προσηύδα
3.42 Παλλάδʹ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο ·
3.43 εὔχεο νῦν , ξεῖνε , Ποσειδάωνι ἄνακτι ·
3.44 τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες .
3.45 αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι , θέμις ἐστί ,
3.46 δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
3.47 σπεῖσαι , ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
3.48 εὔχεσθαι · πάντες δὲ θεῶν χατέουσʹ ἄνθρωποι .
3.49 ἀλλὰ νεώτερός ἐστιν , ὁμηλικίη δʹ ἐμοὶ αὐτῷ ·
3.50 τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον .
3.51 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου ·
3.52 χαῖρε δʹ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ ,
3.53 οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον ·
3.54 αὐτίκα δʹ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι ·
3.55 κλῦθι , Ποσείδαον γαιήοχε , μηδὲ μεγήρῃς
3.56 ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα .
3.57 Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε ,
3.58 αὐτὰρ ἔπειτʹ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
3.59 σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης .