2.286 τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι ,
2.287 ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʹ ἕψομαι αὐτός .
2.288 ἀλλὰ σὺ μὲν πρὸς δώματʹ ἰὼν μνηστῆρσιν ὁμίλει ,
2.289 ὅπλισσόν τʹ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα ,
2.290 οἶνον ἐν ἀμφιφορεῦσι , καὶ ἄλφιτα , μυελὸν ἀνδρῶν ,
2.291 δέρμασιν ἐν πυκινοῖσιν · ἐγὼ δʹ ἀνὰ δῆμον ἑταίρους
2.292 αἶψʹ ἐθελοντῆρας συλλέξομαι . εἰσὶ δὲ νῆες
2.293 πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ , νέαι ἠδὲ παλαιαί ·
2.294 τάων μέν τοι ἐγὼν ἐπιόψομαι τις ἀρίστη ,
2.295 ὦκα δʹ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ .
2.296 ὣς φάτʹ Ἀθηναίη κούρη Διός · οὐδʹ ἄρʹ ἔτι δὴν
2.297 Τηλέμαχος παρέμιμνεν , ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν .
2.298 βῆ δʹ ἰέναι πρὸς δῶμα , φίλον τετιημένος ἦτορ ,
2.299 εὗρε δʹ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν ,
2.300 αἶγας ἀνιεμένους σιάλους θʹ εὕοντας ἐν αὐλῇ .
2.301 Ἀντίνοος δʹ ἰθὺς γελάσας κίε Τηλεμάχοιο ,
2.302 ἔν τʹ ἄρα οἱ φῦ χειρί , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
2.303 Τηλέμαχʹ ὑψαγόρη , μένος ἄσχετε , μή τί τοι ἄλλο
2.304 ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε ,
2.305 ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν , ὡς τὸ πάρος περ .
2.306 ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί ,
2.307 νῆα καὶ ἐξαίτους ἐρέτας , ἵνα θᾶσσον ἵκηαι
2.308 ἐς Πύλον ἠγαθέην μετʹ ἀγαυοῦ πατρὸς ἀκουήν .
2.309 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2.310 Ἀντίνοʹ , οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʹ ὑμῖν
2.311 δαίνυσθαί τʹ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον .
2.312 οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
2.313 κτήματʹ ἐμά , μνηστῆρες , ἐγὼ δʹ ἔτι νήπιος ἦα ;