2.257 ὣς ἄρʹ ἐφώνησεν , λῦσεν δʹ ἀγορὴν αἰψηρήν .
2.258 οἱ μὲν ἄρʹ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʹ ἕκαστος ,
2.259 μνηστῆρες δʹ ἐς δώματʹ ἴσαν θείου Ὀδυσῆος .
2.260 Τηλέμαχος δʹ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης ,
2.261 χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʹ Ἀθήνῃ ·
2.262 κλῦθί μευ , χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
2.263 καὶ μʹ ἐν νηὶ κέλευσας ἐπʹ ἠεροειδέα πόντον
2.264 νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
2.265 ἔρχεσθαι · τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί ,
2.266 μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες .
2.267 ὣς ἔφατʹ εὐχόμενος , σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη ,
2.268 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν ,
2.269 καί μιν φωνήσασʹ ἔπεα πτερόεντα προσηύδα ·
2.270 Τηλέμαχʹ , οὐδʹ ὄπιθεν κακὸς ἔσσεαι οὐδʹ ἀνοήμων ,
2.271 εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ ,
2.272 οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε ·
2.273 οὔ τοι ἔπειθʹ ἁλίη ὁδὸς ἔσσεται οὐδʹ ἀτέλεστος .
2.274 εἰ δʹ οὐ κείνου γʹ ἐσσὶ γόνος καὶ Πηνελοπείης ,
2.275 οὐ σέ γʹ ἔπειτα ἔολπα τελευτήσειν , μενοινᾷς .
2.276 παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται ,
2.277 οἱ πλέονες κακίους , παῦροι δέ τε πατρὸς ἀρείους .
2.278 ἀλλʹ ἐπεὶ οὐδʹ ὄπιθεν κακὸς ἔσσεαι οὐδʹ ἀνοήμων ,
2.279 οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν ,
2.280 ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα .
2.281 τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
2.282 ἀφραδέων , ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι ·
2.283 οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν ,
2.284 ὃς δή σφι σχεδόν ἐστιν , ἐπʹ ἤματι πάντας ὀλέσθαι .
2.285 σοὶ δʹ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς ·