2.227 πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν ·
2.228 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
2.229 κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω ·
2.230 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
2.231 σκηπτοῦχος βασιλεύς , μηδὲ φρεσὶν αἴσιμα εἰδώς ,
2.232 ἀλλʹ αἰεὶ χαλεπός τʹ εἴη καὶ αἴσυλα ῥέζοι ·
2.233 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
2.234 λαῶν οἷσιν ἄνασσε , πατὴρ δʹ ὣς ἤπιος ἦεν .
2.235 ἀλλʹ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
2.236 ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο ·
2.237 σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
2.238 οἶκον Ὀδυσσῆος , τὸν δʹ οὐκέτι φασὶ νέεσθαι .
2.239 νῦν δʹ ἄλλῳ δήμῳ νεμεσίζομαι , οἷον ἅπαντες
2.240 ἧσθʹ ἄνεῳ , ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
2.241 παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες .
2.242 τὸν δʹ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα ·
2.243 Μέντορ ἀταρτηρέ , φρένας ἠλεέ , ποῖον ἔειπες
2.244 ἡμέας ὀτρύνων καταπαυέμεν . ἀργαλέον δὲ
2.245 ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί .
2.246 εἴ περ γάρ κʹ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
2.247 δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
2.248 ἐξελάσαι μεγάροιο μενοινήσειʹ ἐνὶ θυμῷ ,
2.249 οὔ κέν οἱ κεχάροιτο γυνή , μάλα περ χατέουσα ,
2.250 ἐλθόντʹ , ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι ,
2.251 εἰ πλεόνεσσι μάχοιτο · σὺ δʹ οὐ κατὰ μοῖραν ἔειπες .
2.252 ἀλλʹ ἄγε , λαοὶ μὲν σκίδνασθʹ ἐπὶ ἔργα ἕκαστος ,
2.253 τούτῳ δʹ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʹ Ἁλιθέρσης ,
2.254 οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι .
2.255 ἀλλʹ ὀίω , καὶ δηθὰ καθήμενος ἀγγελιάων
2.256 πεύσεται εἰν Ἰθάκῃ , τελέει δʹ ὁδὸν οὔ ποτε ταύτην .