2.199 μνηστύος ἀργαλέης , ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης ,
2.200 οὔτʹ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα ,
2.201 οὔτε θεοπροπίης ἐμπαζόμεθʹ , ἣν σύ , γεραιέ ,
2.202 μυθέαι ἀκράαντον , ἀπεχθάνεαι δʹ ἔτι μᾶλλον .
2.203 χρήματα δʹ αὖτε κακῶς βεβρώσεται , οὐδέ ποτʹ ἶσα
2.204 ἔσσεται , ὄφρα κεν γε διατρίβῃσιν Ἀχαιοὺς
2.205 ὃν γάμον · ἡμεῖς δʹ αὖ ποτιδέγμενοι ἤματα πάντα
2.206 εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν , οὐδὲ μετʹ ἄλλας
2.207 ἐρχόμεθʹ , ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ .
2.208 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2.209 Εὐρύμαχʹ ἠδὲ καὶ ἄλλοι , ὅσοι μνηστῆρες ἀγαυοί ,
2.210 ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʹ ἀγορεύω ·
2.211 ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί .
2.212 ἀλλʹ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʹ ἑταίρους ,
2.213 οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον .
2.214 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
2.215 νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο ,
2.216 ἤν τίς μοι εἴπῃσι βροτῶν ὄσσαν ἀκούσω
2.217 ἐκ Διός , τε μάλιστα φέρει κλέος ἀνθρώποισιν ·
2.218 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω ,
2.219 τʹ ἄν , τρυχόμενός περ , ἔτι τλαίην ἐνιαυτόν ·
2.220 εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʹ ἔτʹ ἐόντος ,
2.221 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
2.222 σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
2.223 πολλὰ μάλʹ , ὅσσα ἔοικε , καὶ ἀνέρι μητέρα δώσω .
2.224 τοι γʹ ὣς εἰπὼν κατʹ ἄρʹ ἕζετο , τοῖσι δʹ ἀνέστη
2.225 Μέντωρ , ὅς ῥʹ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος ,
2.226 καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα ,