2.170 οὐ γὰρ ἀπείρητος μαντεύομαι , ἀλλʹ ἐὺ εἰδώς ·
2.171 καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα ,
2.172 ὥς οἱ ἐμυθεόμην , ὅτε Ἴλιον εἰσανέβαινον
2.173 Ἀργεῖοι , μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς .
2.174 φῆν κακὰ πολλὰ παθόντʹ , ὀλέσαντʹ ἄπο πάντας ἑταίρους ,
2.175 ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
2.176 οἴκαδʹ ἐλεύσεσθαι · τὰ δὲ δὴ νῦν πάντα τελεῖται .
2.177 τὸν δʹ αὖτʹ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα ·
2.178 γέρον , εἰ δʹ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
2.179 οἴκαδʹ ἰών , μή πού τι κακὸν πάσχωσιν ὀπίσσω ·
2.180 ταῦτα δʹ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι .
2.181 ὄρνιθες δέ τε πολλοὶ ὑπʹ αὐγὰς ἠελίοιο
2.182 φοιτῶσʹ , οὐδέ τε πάντες ἐναίσιμοι · αὐτὰρ Ὀδυσσεὺς
2.183 ὤλετο τῆλʹ , ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
2.184 ὤφελες . οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες ,
2.185 οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʹ ἀνιείης ,
2.186 σῷ οἴκῳ δῶρον ποτιδέγμενος , αἴ κε πόρῃσιν .
2.187 ἀλλʹ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
2.188 αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
2.189 παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν ,
2.190 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται ,
2.191 πρῆξαι δʹ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε ·
2.192 σοὶ δέ , γέρον , θωὴν ἐπιθήσομεν , ἥν κʹ ἐνὶ θυμῷ
2.193 τίνων ἀσχάλλῃς · χαλεπὸν δέ τοι ἔσσεται ἄλγος .
2.194 Τηλεμάχῳ δʹ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός ·
2.195 μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι ·
2.196 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
2.197 πολλὰ μάλʹ , ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι .
2.198 οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν