2.85 Τηλέμαχʹ ὑψαγόρη , μένος ἄσχετε , ποῖον ἔειπες
2.86 ἡμέας αἰσχύνων · ἐθέλοις δέ κε μῶμον ἀνάψαι .
2.87 σοὶ δʹ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν ,
2.88 ἀλλὰ φίλη μήτηρ , τοι πέρι κέρδεα οἶδεν .
2.89 ἤδη γὰρ τρίτον ἐστὶν ἔτος , τάχα δʹ εἶσι τέταρτον ,
2.90 ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν .
2.91 πάντας μέν ῥʹ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
2.92 ἀγγελίας προϊεῖσα , νόος δέ οἱ ἄλλα μενοινᾷ .
2.93 δὲ δόλον τόνδʹ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε ·
2.94 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε ,
2.95 λεπτὸν καὶ περίμετρον · ἄφαρ δʹ ἡμῖν μετέειπε ·
2.96 κοῦροι ἐμοὶ μνηστῆρες , ἐπεὶ θάνε δῖος Ὀδυσσεύς ,
2.97 μίμνετʹ ἐπειγόμενοι τὸν ἐμὸν γάμον , εἰς κε φᾶρος
2.98 ἐκτελέσω , μή μοι μεταμώνια νήματʹ ὄληται ,
2.99 Λαέρτῃ ἥρωι ταφήιον , εἰς ὅτε κέν μιν
2.100 μοῖρʹ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο ,
2.101 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ .
2.102 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας .
2.103 ὣς ἔφαθʹ , ἡμῖν δʹ αὖτʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
2.104 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν ,
2.105 νύκτας δʹ ἀλλύεσκεν , ἐπεὶ δαΐδας παραθεῖτο .
2.106 ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς ·
2.107 ἀλλʹ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι ,
2.108 καὶ τότε δή τις ἔειπε γυναικῶν , σάφα ᾔδη ,
2.109 καὶ τήν γʹ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν .
2.110 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʹ ὑπʹ ἀνάγκης ·
2.111 σοὶ δʹ ὧδε μνηστῆρες ὑποκρίνονται , ἵνʹ εἰδῇς
2.112 αὐτὸς σῷ θυμῷ , εἰδῶσι δὲ πάντες Ἀχαιοί ·