2.113 μητέρα σὴν ἀπόπεμψον , ἄνωχθι δέ μιν γαμέεσθαι
2.114 τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ .
2.115 εἰ δʹ ἔτʹ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν ,
2.116 τὰ φρονέουσʹ ἀνὰ θυμόν , οἱ πέρι δῶκεν Ἀθήνη
2.117 ἔργα τʹ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
2.118 κέρδεά θʹ , οἷʹ οὔ πώ τινʹ ἀκούομεν οὐδὲ παλαιῶν ,
2.119 τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί ,
2.120 Τυρώ τʹ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη ·
2.121 τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
2.122 ᾔδη · ἀτὰρ μὲν τοῦτό γʹ ἐναίσιμον οὐκ ἐνόησε .
2.123 τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʹ ἔδονται ,
2.124 ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον , ὅν τινά οἱ νῦν
2.125 ἐν στήθεσσι τιθεῖσι θεοί . μέγα μὲν κλέος αὐτῇ
2.126 ποιεῖτʹ , αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο .
2.127 ἡμεῖς δʹ οὔτʹ ἐπὶ ἔργα πάρος γʹ ἴμεν οὔτε πῃ ἄλλῃ ,
2.128 πρίν γʹ αὐτὴν γήμασθαι Ἀχαιῶν κʹ ἐθέλῃσι .
2.129 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2.130 Ἀντίνοʹ , οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
2.131 μʹ ἔτεχʹ , μʹ ἔθρεψε · πατὴρ δʹ ἐμὸς ἄλλοθι γαίης ,
2.132 ζώει γʹ τέθνηκε · κακὸν δέ με πόλλʹ ἀποτίνειν
2.133 Ἰκαρίῳ , αἴ κʹ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω .
2.134 ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι , ἄλλα δὲ δαίμων
2.135 δώσει , ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʹ ἐρινῦς
2.136 οἴκου ἀπερχομένη · νέμεσις δέ μοι ἐξ ἀνθρώπων
2.137 ἔσσεται · ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω .
2.138 ὑμέτερος δʹ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν ,
2.139 ἔξιτέ μοι μεγάρων , ἄλλας δʹ ἀλεγύνετε δαῖτας