2.56 βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
2.57 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
2.58 μαψιδίως · τὰ δὲ πολλὰ κατάνεται . οὐ γὰρ ἔπʹ ἀνήρ ,
2.59 οἷος Ὀδυσσεὺς ἔσκεν , ἀρὴν ἀπὸ οἴκου ἀμῦναι .
2.60 ἡμεῖς δʹ οὔ νύ τι τοῖοι ἀμυνέμεν · καὶ ἔπειτα
2.61 λευγαλέοι τʹ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν .
2.62 τʹ ἂν ἀμυναίμην , εἴ μοι δύναμίς γε παρείη .
2.63 οὐ γὰρ ἔτʹ ἀνσχετὰ ἔργα τετεύχαται , οὐδʹ ἔτι καλῶς
2.64 οἶκος ἐμὸς διόλωλε . νεμεσσήθητε καὶ αὐτοί ,
2.65 ἄλλους τʹ αἰδέσθητε περικτίονας ἀνθρώπους ,
2.66 οἳ περιναιετάουσι · θεῶν δʹ ὑποδείσατε μῆνιν ,
2.67 μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα .
2.68 λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος ,
2.69 τʹ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει ·
2.70 σχέσθε , φίλοι , καί μʹ οἶον ἐάσατε πένθεϊ λυγρῷ
2.71 τείρεσθʹ , εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
2.72 δυσμενέων κάκʹ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς ,
2.73 τῶν μʹ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες ,
2.74 τούτους ὀτρύνοντες . ἐμοὶ δέ κε κέρδιον εἴη
2.75 ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε .
2.76 εἴ χʹ ὑμεῖς γε φάγοιτε , τάχʹ ἄν ποτε καὶ τίσις εἴη ·
2.77 τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
2.78 χρήματʹ ἀπαιτίζοντες , ἕως κʹ ἀπὸ πάντα δοθείη ·
2.79 νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ .
2.80 ὣς φάτο χωόμενος , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
2.81 δάκρυʹ ἀναπρήσας · οἶκτος δʹ ἕλε λαὸν ἅπαντα .
2.82 ἔνθʹ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν , οὐδέ τις ἔτλη
2.83 Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν ·
2.84 Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε ·