1.351 τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʹ ἄνθρωποι ,
1.352 τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται .
1.353 σοὶ δʹ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν ·
1.354 οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
1.355 ἐν Τροίῃ , πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο .
1.356 ἀλλʹ εἰς οἶκον ἰοῦσα τὰ σʹ αὐτῆς ἔργα κόμιζε ,
1.357 ἱστόν τʹ ἠλακάτην τε , καὶ ἀμφιπόλοισι κέλευε
1.358 ἔργον ἐποίχεσθαι · μῦθος δʹ ἄνδρεσσι μελήσει
1.359 πᾶσι , μάλιστα δʹ ἐμοί · τοῦ γὰρ κράτος ἔστʹ ἐνὶ οἴκῳ .
1.360 μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει ·
1.361 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ .
1.362 ἐς δʹ ὑπερῷʹ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
1.363 κλαῖεν ἔπειτʹ Ὀδυσῆα φίλον πόσιν , ὄφρα οἱ ὕπνον
1.364 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη .
1.365 μνηστῆρες δʹ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα ,
1.366 πάντες δʹ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι .
1.367 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων ·
1.368 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες ,
1.369 νῦν μὲν δαινύμενοι τερπώμεθα , μηδὲ βοητὺς
1.370 ἔστω , ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
1.371 τοιοῦδʹ οἷος ὅδʹ ἐστί , θεοῖς ἐναλίγκιος αὐδήν .
1.372 ἠῶθεν δʹ ἀγορήνδε καθεζώμεσθα κιόντες
1.373 πάντες , ἵνʹ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω ,
1.374 ἐξιέναι μεγάρων · ἄλλας δʹ ἀλεγύνετε δαῖτας ,
1.375 ὑμὰ κτήματʹ ἔδοντες , ἀμειβόμενοι κατὰ οἴκους .
1.376 εἰ δʹ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
1.377 ἔμμεναι , ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι ,
1.378 κείρετʹ · ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας ,
1.379 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι ·
1.380 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε .
1.381 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες