1.322 μᾶλλον ἔτʹ τὸ πάροιθεν . δὲ φρεσὶν ᾗσι νοήσας
1.323 θάμβησεν κατὰ θυμόν · ὀίσατο γὰρ θεὸν εἶναι .
1.324 αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς .
1.325 τοῖσι δʹ ἀοιδὸς ἄειδε περικλυτός , οἱ δὲ σιωπῇ
1.326 ἥατʹ ἀκούοντες · δʹ Ἀχαιῶν νόστον ἄειδε
1.327 λυγρόν , ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη .
1.328 τοῦ δʹ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
1.329 κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια ·
1.330 κλίμακα δʹ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο ,
1.331 οὐκ οἴη , ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʹ ἕποντο .
1.332 δʹ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν ,
1.333 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
1.334 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα ·
1.335 ἀμφίπολος δʹ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη .
1.336 δακρύσασα δʹ ἔπειτα προσηύδα θεῖον ἀοιδόν ·
1.337 Φήμιε , πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας ,
1.338 ἔργʹ ἀνδρῶν τε θεῶν τε , τά τε κλείουσιν ἀοιδοί ·
1.339 τῶν ἕν γέ σφιν ἄειδε παρήμενος , οἱ δὲ σιωπῇ
1.340 οἶνον πινόντων · ταύτης δʹ ἀποπαύεʹ ἀοιδῆς
1.341 λυγρῆς , τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
1.342 τείρει , ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον .
1.343 τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί ,
1.344 ἀνδρός , τοῦ κλέος εὐρὺ καθʹ Ἑλλάδα καὶ μέσον Ἄργος .
1.345 τὴν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
1.346 μῆτερ ἐμή , τί τʹ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
1.347 τέρπειν ὅππῃ οἱ νόος ὄρνυται ; οὔ νύ τʹ ἀοιδοὶ
1.348 αἴτιοι , ἀλλά ποθι Ζεὺς αἴτιος , ὅς τε δίδωσιν
1.349 ἀνδράσιν ἀλφηστῇσιν , ὅπως ἐθέλῃσιν , ἑκάστῳ .
1.350 τούτῳ δʹ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν ·