1.267 ἀλλʹ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ,
1.268 κεν νοστήσας ἀποτίσεται , ἦε καὶ οὐκί ,
1.269 οἷσιν ἐνὶ μεγάροισι · σὲ δὲ φράζεσθαι ἄνωγα ,
1.270 ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο .
1.271 εἰ δʹ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων ·
1.272 αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
1.273 μῦθον πέφραδε πᾶσι , θεοὶ δʹ ἐπὶ μάρτυροι ἔστων .
1.274 μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι ,
1.275 μητέρα δʹ , εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι ,
1.276 ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο ·
1.277 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
1.278 πολλὰ μάλʹ , ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι .
1.279 σοὶ δʹ αὐτῷ πυκινῶς ὑποθήσομαι , αἴ κε πίθηαι ·
1.280 νῆʹ ἄρσας ἐρέτῃσιν ἐείκοσιν , τις ἀρίστη ,
1.281 ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο ,
1.282 ἤν τίς τοι εἴπῃσι βροτῶν , ὄσσαν ἀκούσῃς
1.283 ἐκ Διός , τε μάλιστα φέρει κλέος ἀνθρώποισι .
1.284 πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον ,
1.285 κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον ·
1.286 ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων .
1.287 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς ,
1.288 τʹ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν ·
1.289 εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʹ ἔτʹ ἐόντος ,
1.290 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
1.291 σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
1.292 πολλὰ μάλʹ , ὅσσα ἔοικε , καὶ ἀνέρι μητέρα δοῦναι .
1.293 αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς ,
1.294 φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
1.295 ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι