1.211 Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν ·
1.212 ἐκ τοῦ δʹ οὔτʹ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʹ ἔμʹ ἐκεῖνος .
1.213 τὴν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
1.214 τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλʹ ἀτρεκέως ἀγορεύσω .
1.215 μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι , αὐτὰρ ἐγώ γε
1.216 οὐκ οἶδʹ · οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω .
1.217 ὡς δὴ ἐγώ γʹ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
1.218 ἀνέρος , ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε .
1.219 νῦν δʹ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων ,
1.220 τοῦ μʹ ἔκ φασι γενέσθαι , ἐπεὶ σύ με τοῦτʹ ἐρεείνεις .
1.221 τὸν δʹ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
1.222 οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
1.223 θῆκαν , ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια .
1.224 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·
1.225 τίς δαίς , τίς δὲ ὅμιλος ὅδʹ ἔπλετο ; τίπτε δέ σε χρεώ ;
1.226 εἰλαπίνη ἠὲ γάμος ; ἐπεὶ οὐκ ἔρανος τάδε γʹ ἐστίν ·
1.227 ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
1.228 δαίνυσθαι κατὰ δῶμα . νεμεσσήσαιτό κεν ἀνὴρ
1.229 αἴσχεα πόλλʹ ὁρόων , ὅς τις πινυτός γε μετέλθοι .
1.230 τὴν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
1.231 ξεῖνʹ , ἐπεὶ ἂρ δὴ ταῦτά μʹ ἀνείρεαι ἠδὲ μεταλλᾷς ,
1.232 μέλλεν μέν ποτε οἶκος ὅδʹ ἀφνειὸς καὶ ἀμύμων
1.233 ἔμμεναι , ὄφρʹ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν ·
1.234 νῦν δʹ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες ,
1.235 οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
1.236 ἀνθρώπων , ἐπεὶ οὔ κε θανόντι περ ὧδʹ ἀκαχοίμην ,