1.182 νῦν δʹ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʹ ἑτάροισιν
1.183 πλέων ἐπὶ οἴνοπα πόντον ἐπʹ ἀλλοθρόους ἀνθρώπους ,
1.184 ἐς Τεμέσην μετὰ χαλκόν , ἄγω δʹ αἴθωνα σίδηρον .
1.185 νηῦς δέ μοι ἥδʹ ἕστηκεν ἐπʹ ἀγροῦ νόσφι πόληος ,
1.186 ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι .
1.187 ξεῖνοι δʹ ἀλλήλων πατρώιοι εὐχόμεθʹ εἶναι
1.188 ἐξ ἀρχῆς , εἴ πέρ τε γέροντʹ εἴρηαι ἐπελθὼν
1.189 Λαέρτην ἥρωα , τὸν οὐκέτι φασὶ πόλινδε
1.190 ἔρχεσθʹ , ἀλλʹ ἀπάνευθεν ἐπʹ ἀγροῦ πήματα πάσχειν
1.191 γρηὶ σὺν ἀμφιπόλῳ , οἱ βρῶσίν τε πόσιν τε
1.192 παρτιθεῖ , εὖτʹ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
1.193 ἑρπύζοντʹ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο .
1.194 νῦν δʹ ἦλθον · δὴ γάρ μιν ἔφαντʹ ἐπιδήμιον εἶναι ,
1.195 σὸν πατέρʹ · ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου .
1.196 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς ,
1.197 ἀλλʹ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
1.198 νήσῳ ἐν ἀμφιρύτῃ , χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
1.199 ἄγριοι , οἵ που κεῖνον ἐρυκανόωσʹ ἀέκοντα .
1.200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι , ὡς ἐνὶ θυμῷ
1.201 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω ,
1.202 οὔτε τι μάντις ἐὼν οὔτʹ οἰωνῶν σάφα εἰδώς .
1.203 οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
1.204 ἔσσεται , οὐδʹ εἴ πέρ τε σιδήρεα δέσματʹ ἔχῃσιν ·
1.205 φράσσεται ὥς κε νέηται , ἐπεὶ πολυμήχανός ἐστιν .
1.206 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
1.207 εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος .
1.208 αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
1.209 κείνῳ , ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʹ ἀλλήλοισιν ,
1.210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι , ἔνθα περ ἄλλοι