1.60 ἐντρέπεται φίλον ἦτορ , Ὀλύμπιε . οὔ νύ τʹ Ὀδυσσεὺς
1.61 Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
1.62 Τροίῃ ἐν εὐρείῃ ; τί νύ οἱ τόσον ὠδύσαο , Ζεῦ ;
1.63 τὴν δʹ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
1.64 τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
1.65 πῶς ἂν ἔπειτʹ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην ,
1.66 ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν , περὶ δʹ ἱρὰ θεοῖσιν
1.67 ἀθανάτοισιν ἔδωκε , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ;
1.68 ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
1.69 Κύκλωπος κεχόλωται , ὃν ὀφθαλμοῦ ἀλάωσεν ,
1.70 ἀντίθεον Πολύφημον , ὅου κράτος ἐστὶ μέγιστον
1.71 πᾶσιν Κυκλώπεσσι · Θόωσα δέ μιν τέκε νύμφη ,
1.72 Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος ,
1.73 ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα .
1.74 ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
1.75 οὔ τι κατακτείνει , πλάζει δʹ ἀπὸ πατρίδος αἴης .
1.76 ἀλλʹ ἄγεθʹ , ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
1.77 νόστον , ὅπως ἔλθῃσι · Ποσειδάων δὲ μεθήσει
1.78 ὃν χόλον · οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
1.79 ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος .
1.80 τὸν δʹ ἠμείβετʹ ἔπειτα θεά , γλαυκῶπις Ἀθήνη ·
1.81 πάτερ ἡμέτερε Κρονίδη , ὕπατε κρειόντων ,
1.82 εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν ,
1.83 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε ,
1.84 Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
1.85 νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν , ὄφρα τάχιστα
1.86 νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν ,
1.87 νόστον Ὀδυσσῆος ταλασίφρονος , ὥς κε νέηται ·
1.88 αὐτὰρ ἐγὼν Ἰθάκηνδʹ ἐσελεύσομαι , ὄφρα οἱ υἱὸν
1.89 μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω ,
1.90 εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
1.91 πᾶσι μνηστήρεσσιν ἀπειπέμεν , οἵ τέ οἱ αἰεὶ