1.31 τοῦ γʹ ἐπιμνησθεὶς ἔπεʹ ἀθανάτοισι μετηύδα ·
1.32 πόποι , οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται ·
1.33 ἐξ ἡμέων γάρ φασι κάκʹ ἔμμεναι , οἱ δὲ καὶ αὐτοὶ
1.34 σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʹ ἔχουσιν ,
1.35 ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
1.36 γῆμʹ ἄλοχον μνηστήν , τὸν δʹ ἔκτανε νοστήσαντα ,
1.37 εἰδὼς αἰπὺν ὄλεθρον , ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς ,
1.38 Ἑρμείαν πέμψαντες , ἐύσκοπον ἀργεϊφόντην ,
1.39 μήτʹ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν ·
1.40 ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο ,
1.41 ὁππότʹ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης .
1.42 ὣς ἔφαθʹ Ἑρμείας , ἀλλʹ οὐ φρένας Αἰγίσθοιο
1.43 πεῖθʹ ἀγαθὰ φρονέων · νῦν δʹ ἁθρόα πάντʹ ἀπέτισεν .
1.44 τὸν δʹ ἠμείβετʹ ἔπειτα θεά , γλαυκῶπις Ἀθήνη ·
1.45 πάτερ ἡμέτερε Κρονίδη , ὕπατε κρειόντων ,
1.46 καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ ·
1.47 ὡς ἀπόλοιτο καὶ ἄλλος , ὅτις τοιαῦτά γε ῥέζοι ·
1.48 ἀλλά μοι ἀμφʹ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ ,
1.49 δυσμόρῳ , ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
1.50 νήσῳ ἐν ἀμφιρύτῃ , ὅθι τʹ ὀμφαλός ἐστι θαλάσσης .
1.51 νῆσος δενδρήεσσα , θεὰ δʹ ἐν δώματα ναίει ,
1.52 Ἄτλαντος θυγάτηρ ὀλοόφρονος , ὅς τε θαλάσσης
1.53 πάσης βένθεα οἶδεν , ἔχει δέ τε κίονας αὐτὸς
1.54 μακράς , αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν .
1.55 τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει ,
1.56 αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
1.57 θέλγει , ὅπως Ἰθάκης ἐπιλήσεται · αὐτὰρ Ὀδυσσεύς ,
1.58 ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
1.59 ἧς γαίης , θανέειν ἱμείρεται . οὐδέ νυ σοί περ