1.1 ἄνδρα μοι ἔννεπε , μοῦσα , πολύτροπον , ὃς μάλα πολλὰ
1.2 πλάγχθη , ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν ·
1.3 πολλῶν δʹ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω ,
1.4 πολλὰ δʹ γʹ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν ,
1.5 ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων .
1.6 ἀλλʹ οὐδʹ ὣς ἑτάρους ἐρρύσατο , ἱέμενός περ ·
1.7 αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο ,
1.8 νήπιοι , οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
1.9 ἤσθιον · αὐτὰρ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ .
1.10 τῶν ἁμόθεν γε , θεά , θύγατερ Διός , εἰπὲ καὶ ἡμῖν .
1.11 ἔνθʹ ἄλλοι μὲν πάντες , ὅσοι φύγον αἰπὺν ὄλεθρον ,
1.12 οἴκοι ἔσαν , πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν ·
1.13 τὸν δʹ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
1.14 νύμφη πότνιʹ ἔρυκε Καλυψὼ δῖα θεάων
1.15 ἐν σπέσσι γλαφυροῖσι , λιλαιομένη πόσιν εἶναι .
1.16 ἀλλʹ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν ,
1.17 τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
1.18 εἰς Ἰθάκην , οὐδʹ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
1.19 καὶ μετὰ οἷσι φίλοισι . θεοὶ δʹ ἐλέαιρον ἅπαντες
1.20 νόσφι Ποσειδάωνος · δʹ ἀσπερχὲς μενέαινεν
1.21 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι .
1.22 ἀλλʹ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʹ ἐόντας ,
1.23 Αἰθίοπας τοὶ διχθὰ δεδαίαται , ἔσχατοι ἀνδρῶν ,
1.24 οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʹ ἀνιόντος ,
1.25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης .
1.26 ἔνθʹ γʹ ἐτέρπετο δαιτὶ παρήμενος · οἱ δὲ δὴ ἄλλοι
1.27 Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν .
1.28 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε ·
1.29 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο ,
1.30 τόν ῥʹ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʹ Ὀρέστης ·