24.751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
24.752 πέρνασχ’ ὅν τιν’ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο ,
24.753 ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν ·
24.754 σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ ,
24.755 πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο
24.756 Πατρόκλου , τὸν ἔπεφνες · ἀνέστησεν δέ μιν οὐδ’ ὧς .
24.757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
24.758 κεῖσαι , τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλων
24.759 οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν .
24.760 ὣς ἔφατο κλαίουσα , γόον δ’ ἀλίαστον ὄρινε .
24.761 τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο ·
24.762 Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων ,
24.763 μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής ,
24.764 ὅς μ’ ἄγαγε Τροίηνδ’ · ὡς πρὶν ὤφελλον ὀλέσθαι .
24.765 ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
24.766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης ·
24.767 ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον ·
24.768 ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
24.769 δαέρων γαλόων εἰνατέρων εὐπέπλων ,
24.770 ἑκυρή , ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί ,
24.771 ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
24.772 σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι .
24.773 τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ ·
24.774 οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
24.775 ἤπιος οὐδὲ φίλος , πάντες δέ με πεφρίκασιν .
24.776 ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων .
24.777 λαοῖσιν δ’ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν ·
24.778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ , μὴ δέ τι θυμῷ
24.779 δείσητ’ Ἀργείων πυκινὸν λόχον · γὰρ Ἀχιλλεὺς