24.780 πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
24.781 μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς .
24.782 ὣς ἔφαθ’ , οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε
24.783 ζεύγνυσαν , αἶψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο .
24.784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην ·
24.785 ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς ,
24.786 καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες ,
24.787 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν , ἐν δ’ ἔβαλον πῦρ .
24.788 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
24.789 τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός .
24.790 αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο
24.791 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
24.792 πᾶσαν , ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα
24.793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τε
24.794 μυρόμενοι , θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν .
24.795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
24.796 πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν .
24.797 αἶψα δ’ ἄρ’ ἐς κοίλην κάπετον θέσαν , αὐτὰρ ὕπερθε
24.798 πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι ·
24.799 ῥίμφα δὲ σῆμ’ ἔχεαν , περὶ δὲ σκοποὶ ἥατο πάντῃ ,
24.800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί .
24.801 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον · αὐτὰρ ἔπειτα
24.802 εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα
24.803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος .
24.804 ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο .