24.724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα ·
24.725 ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο , κὰδ δέ με χήρην
24.726 λείπεις ἐν μεγάροισι · πάϊς δ’ ἔτι νήπιος αὔτως
24.727 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι , οὐδέ μιν οἴω
24.728 ἥβην ἵξεσθαι · πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης
24.729 πέρσεται · γὰρ ὄλωλας ἐπίσκοπος , ὅς τέ μιν αὐτὴν
24.730 ῥύσκευ , ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα ,
24.731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι ,
24.732 καὶ μὲν ἐγὼ μετὰ τῇσι · σὺ δ’ αὖ τέκος ἐμοὶ αὐτῇ
24.733 ἕψεαι , ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
24.734 ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου , τις Ἀχαιῶν
24.735 ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
24.736 χωόμενος , δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
24.737 πατέρ’ ἠὲ καὶ υἱόν , ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
24.738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας .
24.739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ ·
24.740 τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ ,
24.741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
24.742 Ἕκτορ · ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά .
24.743 οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας ,
24.744 οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος , οὗ τέ κεν αἰεὶ
24.745 μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα .
24.746 ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δὲ στενάχοντο γυναῖκες .
24.747 τῇσιν δ’ αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο ·
24.748 Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων ,
24.749 μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν ·
24.750 οἳ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ .