24.694 Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον ,
24.695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν ,
24.696 οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
24.697 ἵππους , ἡμίονοι δὲ νέκυν φέρον . οὐδέ τις ἄλλος
24.698 ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν ,
24.699 ἀλλ’ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
24.700 Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν
24.701 ἑσταότ’ ἐν δίφρῳ , κήρυκά τε ἀστυβοώτην ·
24.702 τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι ·
24.703 κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ ·
24.704 ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ ἰόντες ,
24.705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
24.706 χαίρετ’ , ἐπεὶ μέγα χάρμα πόλει τ’ ἦν παντί τε δήμῳ .
24.707 ὣς ἔφατ’ , οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ
24.708 οὐδὲ γυνή · πάντας γὰρ ἀάσχετον ἵκετο πένθος ·
24.709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι .
24.710 πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
24.711 τιλλέσθην ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
24.712 ἁπτόμεναι κεφαλῆς · κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος .
24.713 καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
24.714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων ,
24.715 εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα ·
24.716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν · αὐτὰρ ἔπειτα
24.717 ἄσεσθε κλαυθμοῖο , ἐπὴν ἀγάγωμι δόμον δέ .
24.718 ὣς ἔφαθ’ , οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ .
24.719 οἳ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα , τὸν μὲν ἔπειτα
24.720 τρητοῖς ἐν λεχέεσσι θέσαν , παρὰ δ’ εἷσαν ἀοιδοὺς
24.721 θρήνων ἐξάρχους , οἵ τε στονόεσσαν ἀοιδὴν
24.722 οἳ μὲν ἄρ’ ἐθρήνεον , ἐπὶ δὲ στενάχοντο γυναῖκες .
24.723 τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο