24.665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός ,
24.666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν ,
24.667 τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη .
24.668 τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
24.669 ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ ὡς σὺ κελεύεις ·
24.670 σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας .
24.671 ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
24.672 ἔλλαβε δεξιτερήν , μή πως δείσει’ ἐνὶ θυμῷ .
24.673 οἳ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
24.674 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες ,
24.675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου ·
24.676 τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος .
24.677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
24.678 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ ·
24.679 ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
24.680 ὁρμαίνοντ’ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
24.681 νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς .
24.682 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν ·
24.683 γέρον οὔ νύ τι σοί γε μέλει κακόν , οἷον ἔθ’ εὕδεις
24.684 ἀνδράσιν ἐν δηΐοισιν , ἐπεί σ’ εἴασεν Ἀχιλλεύς .
24.685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο , πολλὰ δ’ ἔδωκας ·
24.686 σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
24.687 παῖδες τοὶ μετόπισθε λελειμμένοι , αἴ κ’ Ἀγαμέμνων
24.688 γνώῃ σ’ Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί .
24.689 ὣς ἔφατ’ , ἔδεισεν δ’ γέρων , κήρυκα δ’ ἀνίστη .
24.690 τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε ,
24.691 ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν , οὐδέ τις ἔγνω .
24.692 ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
24.693 Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς ,