24.635 λέξον νῦν με τάχιστα διοτρεφές , ὄφρα καὶ ἤδη
24.636 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες ·
24.637 οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
24.638 ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν ,
24.639 ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
24.640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον .
24.641 νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
24.642 λαυκανίης καθέηκα · πάρος γε μὲν οὔ τι πεπάσμην .
24.643 ῥ’ , Ἀχιλεὺς δ’ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
24.644 δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
24.645 πορφύρε’ ἐμβαλέειν , στορέσαι τ’ ἐφύπερθε τάπητας ,
24.646 χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι .
24.647 αἳ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι ,
24.648 αἶψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι .
24.649 τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
24.650 ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε , μή τις Ἀχαιῶν
24.651 ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος , οἵ τέ μοι αἰεὶ
24.652 βουλὰς βουλεύουσι παρήμενοι , θέμις ἐστί ·
24.653 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν ,
24.654 αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν ,
24.655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται .
24.656 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
24.657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον ,
24.658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω .
24.659 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής ·
24.660 εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ ,
24.661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης .
24.662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα , τηλόθι δ’ ὕλη
24.663 ἀξέμεν ἐξ ὄρεος , μάλα δὲ Τρῶες δεδίασιν .
24.664 ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν ,