24.606 χωόμενος Νιόβῃ , τὰς δ’ Ἄρτεμις ἰοχέαιρα ,
24.607 οὕνεκ’ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ ·
24.608 φῆ δοιὼ τεκέειν , δ’ αὐτὴ γείνατο πολλούς ·
24.609 τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπὸ πάντας ὄλεσσαν .
24.610 οἳ μὲν ἄρ’ ἐννῆμαρ κέατ’ ἐν φόνῳ , οὐδέ τις ἦεν
24.611 κατθάψαι , λαοὺς δὲ λίθους ποίησε Κρονίων ·
24.612 τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες .
24.613 δ’ ἄρα σίτου μνήσατ’ , ἐπεὶ κάμε δάκρυ χέουσα .
24.614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
24.615 ἐν Σιπύλῳ , ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
24.616 νυμφάων , αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο ,
24.617 ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει .
24.618 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
24.619 σίτου · ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
24.620 Ἴλιον εἰσαγαγών · πολυδάκρυτος δέ τοι ἔσται .
24.621 καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
24.622 σφάξ’ · ἕταροι δ’ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον ,
24.623 μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν ,
24.624 ὄπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα .
24.625 Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
24.626 καλοῖς ἐν κανέοισιν · ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς .
24.627 οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
24.628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
24.629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα
24.630 ὅσσος ἔην οἷός τε · θεοῖσι γὰρ ἄντα ἐῴκει ·
24.631 αὐτὰρ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
24.632 εἰσορόων ὄψίν τ’ ἀγαθὴν καὶ μῦθον ἀκούων .
24.633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες ,
24.634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής ·