24.578 κὰδ δ’ ἐπὶ δίφρου εἷσαν · ἐϋξέστου δ’ ἀπ’ ἀπήνης
24.579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα .
24.580 κὰδ δ’ ἔλιπον δύο φάρε’ ἐΰννητόν τε χιτῶνα ,
24.581 ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι .
24.582 δμῳὰς δ’ ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ ἀλεῖψαι
24.583 νόσφιν ἀειράσας , ὡς μὴ Πρίαμος ἴδοι υἱόν ,
24.584 μὴ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
24.585 παῖδα ἰδών , Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ ,
24.586 καί κατακτείνειε , Διὸς δ’ ἀλίτηται ἐφετμάς .
24.587 τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ,
24.588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα ,
24.589 αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας ,
24.590 σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστην ἐπ’ ἀπήνην .
24.591 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα , φίλον δ’ ὀνόμηνεν ἑταῖρον ·
24.592 μή μοι Πάτροκλε σκυδμαινέμεν , αἴ κε πύθηαι
24.593 εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
24.594 πατρὶ φίλῳ , ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα .
24.595 σοὶ δ’ αὖ ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν .
24.596 ῥα , καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς ,
24.597 ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
24.598 τοίχου τοῦ ἑτέρου , ποτὶ δὲ Πρίαμον φάτο μῦθον ·
24.599 υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες ,
24.600 κεῖται δ’ ἐν λεχέεσσ’ · ἅμα δ’ ἠοῖ φαινομένηφιν
24.601 ὄψεαι αὐτὸς ἄγων · νῦν δὲ μνησώμεθα δόρπου .
24.602 καὶ γάρ τ’ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου ,
24.603 τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
24.604 ἓξ μὲν θυγατέρες , ἓξ δ’ υἱέες ἡβώοντες .
24.605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο