24.551 οὐδέ μιν ἀνστήσεις , πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα .
24.552 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής ·
24.553 μή πω μ’ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
24.554 κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής , ἀλλὰ τάχιστα
24.555 λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω · σὺ δὲ δέξαι ἄποινα
24.556 πολλά , τά τοι φέρομεν · σὺ δὲ τῶνδ’ ἀπόναιο , καὶ ἔλθοις
24.557 σὴν ἐς πατρίδα γαῖαν , ἐπεί με πρῶτον ἔασας
24.558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο .
24.559 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
24.560 μηκέτι νῦν μ’ ἐρέθιζε γέρον · νοέω δὲ καὶ αὐτὸς
24.561 Ἕκτορά τοι λῦσαι , Διόθεν δέ μοι ἄγγελος ἦλθε
24.562 μήτηρ , μ’ ἔτεκεν , θυγάτηρ ἁλίοιο γέροντος .
24.563 καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν , οὐδέ με λήθεις ,
24.564 ὅττι θεῶν τίς σ’ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν .
24.565 οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν , οὐδὲ μάλ’ ἡβῶν ,
24.566 ἐς στρατόν · οὐδὲ γὰρ ἂν φυλάκους λάθοι , οὐδέ κ’ ὀχῆα
24.567 ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων .
24.568 τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς ,
24.569 μή σε γέρον οὐδ’ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
24.570 καὶ ἱκέτην περ ἐόντα , Διὸς δ’ ἀλίτωμαι ἐφετμάς .
24.571 ὣς ἔφατ’ , ἔδεισεν δ’ γέρων καὶ ἐπείθετο μύθῳ .
24.572 Πηλεΐδης δ’ οἴκοιο λέων ὣς ἆλτο θύραζε
24.573 οὐκ οἶος , ἅμα τῷ γε δύω θεράποντες ἕποντο
24.574 ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος , οὕς ῥα μάλιστα
24.575 τῖ’ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα ,
24.576 οἳ τόθ’ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε ,
24.577 ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος ,