24.294 δεξιόν , ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
24.295 τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων .
24.296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς ,
24.297 οὐκ ἂν ἔγωγέ σ’ ἔπειτα ἐποτρύνουσα κελοίμην
24.298 νῆας ἐπ’ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα .
24.299 τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής ·
24.300 γύναι οὐ μέν τοι τόδ’ ἐφιεμένῃ ἀπιθήσω .
24.301 ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ’ ἐλεήσῃ .
24.302 ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ γεραιὸς
24.303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον · δὲ παρέστη
24.304 χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα .
24.305 νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο ·
24.306 εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ , λεῖβε δὲ οἶνον
24.307 οὐρανὸν εἰσανιδών , καὶ φωνήσας ἔπος ηὔδα ·
24.308 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
24.309 δός μ’ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν ,
24.310 πέμψον δ’ οἰωνὸν ταχὺν ἄγγελον , ὅς τε σοὶ αὐτῷ
24.311 φίλτατος οἰωνῶν , καί εὑ κράτος ἐστὶ μέγιστον ,
24.312 δεξιόν , ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
24.313 τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων .
24.314 ὣς ἔφατ’ εὐχόμενος , τοῦ δ’ ἔκλυε μητίετα Ζεὺς
24.315 αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
24.316 μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέουσιν .
24.317 ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
24.318 ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ’ ἀραρυῖα ,
24.319 τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά · εἴσατο δέ σφι
24.320 δεξιὸς ἀΐξας διὰ ἄστεος · οἳ δὲ ἰδόντες
24.321 γήθησαν , καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη .
24.322 σπερχόμενος δ’ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου ,
24.323 ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου .
24.324 πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην ,