24.325 τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων · αὐτὰρ ὄπισθεν
24.326 ἵπποι , τοὺς γέρων ἐφέπων μάστιγι κέλευε
24.327 καρπαλίμως κατὰ ἄστυ · φίλοι δ’ ἅμα πάντες ἕποντο
24.328 πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα .
24.329 οἳ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν , πεδίον δ’ ἀφίκοντο ,
24.330 οἳ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
24.331 παῖδες καὶ γαμβροί , τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆν
24.332 ἐς πεδίον προφανέντε · ἰδὼν δ’ ἐλέησε γέροντα ,
24.333 αἶψα δ’ ἄρ’ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα ·
24.334 Ἑρμεία , σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
24.335 ἀνδρὶ ἑταιρίσσαι , καί τ’ ἔκλυες κ’ ἐθέλῃσθα ,
24.336 βάσκ’ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
24.337 ὣς ἄγαγ’ , ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ
24.338 τῶν ἄλλων Δαναῶν , πρὶν Πηλεΐωνα δ’ ἱκέσθαι .
24.339 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε διάκτορος ἀργεϊφόντης .
24.340 αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
24.341 ἀμβρόσια χρύσεια , τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν
24.342 ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο ·
24.343 εἵλετο δὲ ῥάβδον , τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει
24.344 ὧν ἐθέλει , τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει ·
24.345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης .
24.346 αἶψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε ,
24.347 βῆ δ’ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
24.348 πρῶτον ὑπηνήτῃ , τοῦ περ χαριεστάτη ἥβη .
24.349 οἳ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν ,
24.350 στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
24.351 ἐν ποταμῷ · δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν .
24.352 τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ