24.263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα ,
24.264 ταῦτά τε πάντ’ ἐπιθεῖτε , ἵνα πρήσσωμεν ὁδοῖο ;
24.265 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
24.266 ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
24.267 καλὴν πρωτοπαγέα , πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς ,
24.268 κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
24.269 πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός ·
24.270 ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ .
24.271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
24.272 πέζῃ ἔπι πρώτῃ , ἐπὶ δὲ κρίκον ἕστορι βάλλον ,
24.273 τρὶς δ’ ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν , αὐτὰρ ἔπειτα
24.274 ἑξείης κατέδησαν , ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν .
24.275 ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ’ ἀπήνης
24.276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα ,
24.277 ζεῦξαν δ’ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς ,
24.278 τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα .
24.279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν , οὓς γεραιὸς
24.280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ .
24.281 τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
24.282 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες ·
24.283 ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ
24.284 οἶνον ἔχουσ’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
24.285 χρυσέῳ ἐν δέπαϊ , ὄφρα λείψαντε κιοίτην ·
24.286 στῆ δ’ ἵππων προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
24.287 τῆ σπεῖσον Διὶ πατρί , καὶ εὔχεο οἴκαδ’ ἱκέσθαι
24.288 ἂψ ἐκ δυσμενέων ἀνδρῶν , ἐπεὶ ἂρ σέ γε θυμὸς
24.289 ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης .
24.290 ἀλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι
24.291 Ἰδαίῳ , ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται ,
24.292 αἴτει δ’ οἰωνὸν ταχὺν ἄγγελον , ὅς τέ οἱ αὐτῷ
24.293 φίλτατος οἰωνῶν , καί εὑ κράτος ἐστὶ μέγιστον ,