24.233 ἐκ δὲ δύ’ αἴθωνας τρίποδας , πίσυρας δὲ λέβητας ,
24.234 ἐκ δὲ δέπας περικαλλές , οἱ Θρῇκες πόρον ἄνδρες
24.235 ἐξεσίην ἐλθόντι μέγα κτέρας · οὐδέ νυ τοῦ περ
24.236 φείσατ’ ἐνὶ μεγάροις γέρων , περὶ δ’ ἤθελε θυμῷ
24.237 λύσασθαι φίλον υἱόν . δὲ Τρῶας μὲν ἅπαντας
24.238 αἰθούσης ἀπέεργεν ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων ·
24.239 ἔρρετε λωβητῆρες ἐλεγχέες · οὔ νυ καὶ ὑμῖν
24.240 οἴκοι ἔνεστι γόος , ὅτι μ’ ἤλθετε κηδήσοντες ;
24.241 ὀνόσασθ’ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε
24.242 παῖδ’ ὀλέσαι τὸν ἄριστον ; ἀτὰρ γνώσεσθε καὶ ὔμμες ·
24.243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
24.244 κείνου τεθνηῶτος ἐναιρέμεν . αὐτὰρ ἔγωγε
24.245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
24.246 ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω .
24.247 καὶ σκηπανίῳ δίεπ’ ἀνέρας · οἳ δ’ ἴσαν ἔξω
24.248 σπερχομένοιο γέροντος · δ’ υἱάσιν οἷσιν ὁμόκλα
24.249 νεικείων Ἕλενόν τε Πάριν τ’ Ἀγάθωνά τε δῖον
24.250 Πάμμονά τ’ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
24.251 Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν ·
24.252 ἐννέα τοῖς γεραιὸς ὁμοκλήσας ἐκέλευε ·
24.253 σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες · αἴθ’ ἅμα πάντες
24.254 Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι .
24.255 μοι ἐγὼ πανάποτμος , ἐπεὶ τέκον υἷας ἀρίστους
24.256 Τροίῃ ἐν εὐρείῃ , τῶν δ’ οὔ τινά φημι λελεῖφθαι ,
24.257 Μήστορά τ’ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
24.258 Ἕκτορά θ’ , ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν , οὐδὲ ἐῴκει
24.259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο .
24.260 τοὺς μὲν ἀπώλεσ’ Ἄρης , τὰ δ’ ἐλέγχεα πάντα λέλειπται
24.261 ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
24.262 ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες .