24.204 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
24.205 υἱέας ἐξενάριξε · σιδήρειόν νύ τοι ἦτορ .
24.206 εἰ γάρ σ’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
24.207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ γε οὔ σ’ ἐλεήσει ,
24.208 οὐδέ τί σ’ αἰδέσεται . νῦν δὲ κλαίωμεν ἄνευθεν
24.209 ἥμενοι ἐν μεγάρῳ · τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴ
24.210 γιγνομένῳ ἐπένησε λίνῳ , ὅτε μιν τέκον αὐτή ,
24.211 ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
24.212 ἀνδρὶ πάρα κρατερῷ , τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
24.213 ἐσθέμεναι προσφῦσα · τότ’ ἄντιτα ἔργα γένοιτο
24.214 παιδὸς ἐμοῦ , ἐπεὶ οὔ κακιζόμενόν γε κατέκτα ,
24.215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
24.216 ἑσταότ’ οὔτε φόβου μεμνημένον οὔτ’ ἀλεωρῆς .
24.217 τὴν δ’ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής ·
24.218 μή μ’ ἐθέλοντ’ ἰέναι κατερύκανε , μὴ δέ μοι αὐτὴ
24.219 ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ · οὐδέ με πείσεις .
24.220 εἰ μὲν γάρ τίς μ’ ἄλλος ἐπιχθονίων ἐκέλευεν ,
24.221 οἳ μάντιές εἰσι θυοσκόοι ἱερῆες ,
24.222 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον ·
24.223 νῦν δ’ , αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην ,
24.224 εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται . εἰ δέ μοι αἶσα
24.225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
24.226 βούλομαι · αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
24.227 ἀγκὰς ἑλόντ’ ἐμὸν υἱόν , ἐπὴν γόου ἐξ ἔρον εἵην .
24.228 καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν ·
24.229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους ,
24.230 δώδεκα δ’ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας ,
24.231 τόσσα δὲ φάρεα λευκά , τόσους δ’ ἐπὶ τοῖσι χιτῶνας .
24.232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα ,