24.176 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
24.177 οἶον , μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ .
24.178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος , ὅς κ’ ἰθύνοι
24.179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον , ἠδὲ καὶ αὖτις
24.180 νεκρὸν ἄγοι προτὶ ἄστυ , τὸν ἔκτανε δῖος Ἀχιλλεύς .
24.181 μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος ·
24.182 τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται ἀργεϊφόντης ,
24.183 ὅς σ’ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ .
24.184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος ,
24.185 οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει ·
24.186 οὔτε γάρ ἔστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων ,
24.187 ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός .
24.188 μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις ,
24.189 αὐτὰρ γ’ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
24.190 ὁπλίσαι ἠνώγει , πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς .
24.191 αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα
24.192 κέδρινον ὑψόροφον , ὃς γλήνεα πολλὰ κεχάνδει ·
24.193 ἐς δ’ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε ·
24.194 δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
24.195 λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν ,
24.196 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ .
24.197 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι ;
24.198 αἰνῶς γάρ μ’ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
24.199 κεῖσ’ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν .
24.200 ὣς φάτο , κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ ·
24.201 μοι πῇ δή τοι φρένες οἴχονθ’ , ᾗς τὸ πάρος περ
24.202 ἔκλε’ ἐπ’ ἀνθρώπους ξείνους ἠδ’ οἷσιν ἀνάσσεις ;
24.203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος