24.147 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
24.148 οἶον , μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ .
24.149 κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος , ὅς κ’ ἰθύνοι
24.150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον , ἠδὲ καὶ αὖτις
24.151 νεκρὸν ἄγοι προτὶ ἄστυ , τὸν ἔκτανε δῖος Ἀχιλλεύς .
24.152 μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος ·
24.153 τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην ,
24.154 ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ .
24.155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος ,
24.156 οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει ·
24.157 οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων ,
24.158 ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός .
24.159 ὣς ἔφατ’ , ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα .
24.160 ἷξεν δ’ ἐς Πριάμοιο , κίχεν δ’ ἐνοπήν τε γόον τε .
24.161 παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
24.162 δάκρυσιν εἵματ’ ἔφυρον , δ’ ἐν μέσσοισι γεραιὸς
24.163 ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος · ἀμφὶ δὲ πολλὴ
24.164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
24.165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι .
24.166 θυγατέρες δ’ ἀνὰ δώματ’ ἰδὲ νυοὶ ὠδύροντο
24.167 τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
24.168 χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες .
24.169 στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος , ἠδὲ προσηύδα
24.170 τυτθὸν φθεγξαμένη · τὸν δὲ τρόμος ἔλλαβε γυῖα ·
24.171 θάρσει Δαρδανίδη Πρίαμε φρεσί , μὴ δέ τι τάρβει ·
24.172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω
24.173 ἀλλ’ ἀγαθὰ φρονέουσα · Διὸς δέ τοι ἄγγελός εἰμι ,
24.174 ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει .
24.175 λύσασθαί σ’ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον ,