24.118 λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν ,
24.119 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν , τά κε θυμὸν ἰήνῃ .
24.120 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα ,
24.121 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα ,
24.122 ἷξεν δ’ ἐς κλισίην οὗ υἱέος · ἔνθ’ ἄρα τόν γε
24.123 εὗρ’ ἁδινὰ στενάχοντα · φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
24.124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον ·
24.125 τοῖσι δ’ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο .
24.126 δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ ,
24.127 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
24.128 τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
24.129 σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
24.130 οὔτ’ εὐνῆς ; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
24.131 μίσγεσθ’ · οὐ γάρ μοι δηρὸν βέῃ , ἀλλά τοι ἤδη
24.132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή .
24.133 ἀλλ’ ἐμέθεν ξύνες ὦκα , Διὸς δέ τοι ἄγγελός εἰμι ·
24.134 σκύζεσθαι σοί φησι θεούς , ἑὲ δ’ ἔξοχα πάντων
24.135 ἀθανάτων κεχολῶσθαι , ὅτι φρεσὶ μαινομένῃσιν
24.136 Ἕκτορ’ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσας .
24.137 ἀλλ’ ἄγε δὴ λῦσον , νεκροῖο δὲ δέξαι ἄποινα .
24.138 τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
24.139 τῇδ’ εἴη · ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο ,
24.140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει .
24.141 ὣς οἵ γ’ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
24.142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον .
24.143 Ἶριν δ’ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν ·
24.144 βάσκ’ ἴθι Ἶρι ταχεῖα λιποῦσ’ ἕδος Οὐλύμποιο
24.145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
24.146 λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν ,