24.89 τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα ·
24.90 τίπτέ με κεῖνος ἄνωγε μέγας θεός ; αἰδέομαι δὲ
24.91 μίσγεσθ’ ἀθανάτοισιν , ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ .
24.92 εἶμι μέν , οὐδ’ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ .
24.93 ὣς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων
24.94 κυάνεον , τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος .
24.95 βῆ δ’ ἰέναι , πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
24.96 ἡγεῖτ’ · ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης .
24.97 ἀκτὴν δ’ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην ,
24.98 εὗρον δ’ εὐρύοπα Κρονίδην , περὶ δ’ ἄλλοι ἅπαντες
24.99 εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες .
24.100 δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο , εἶξε δ’ Ἀθήνη .
24.101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
24.102 καί ῥ’ εὔφρην’ ἐπέεσσι · Θέτις δ’ ὤρεξε πιοῦσα .
24.103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε ·
24.104 ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ ,
24.105 πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν · οἶδα καὶ αὐτός ·
24.106 ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ’ εἵνεκα δεῦρο κάλεσσα .
24.107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
24.108 Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ ·
24.109 κλέψαι δ’ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην ·
24.110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
24.111 αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων .
24.112 αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον ·
24.113 σκύζεσθαί οἱ εἰπὲ θεούς , ἐμὲ δ’ ἔξοχα πάντων
24.114 ἀθανάτων κεχολῶσθαι , ὅτι φρεσὶ μαινομένῃσιν
24.115 Ἕκτορ’ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσεν ,
24.116 αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ’ Ἕκτορα λύσῃ .
24.117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω