24.61 Πηλέϊ , ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι .
24.62 πάντες δ’ ἀντιάασθε θεοὶ γάμου · ἐν δὲ σὺ τοῖσι
24.63 δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’ , αἰὲν ἄπιστε .
24.64 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
24.65 Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν ·
24.66 οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται · ἀλλὰ καὶ Ἕκτωρ
24.67 φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν ·
24.68 ὣς γὰρ ἔμοιγ’ , ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων .
24.69 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
24.70 λοιβῆς τε κνίσης τε · τὸ γὰρ λάχομεν γέρας ἡμεῖς .
24.71 ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν , οὐδέ πῃ ἔστι ,
24.72 λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα · γάρ οἱ αἰεὶ
24.73 μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ .
24.74 ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο ,
24.75 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος , ὥς κεν Ἀχιλλεὺς
24.76 δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ’ Ἕκτορα λύσῃ .
24.77 ὣς ἔφατ’ , ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα ,
24.78 μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
24.79 ἔνθορε μείλανι πόντῳ · ἐπεστονάχησε δὲ λίμνη .
24.80 δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν ,
24.81 τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
24.82 ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα .
24.83 εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν , ἀμφὶ δ’ ἄρ’ ἄλλαι
24.84 εἵαθ’ ὁμηγερέες ἅλιαι θεαί · δ’ ἐνὶ μέσσῃς
24.85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος , ὅς οἱ ἔμελλε
24.86 φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης .
24.87 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
24.88 ὄρσο Θέτι · καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς .