24.32 καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων ·
24.33 σχέτλιοί ἐστε θεοί , δηλήμονες · οὔ νύ ποθ’ ὑμῖν
24.34 Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων ;
24.35 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
24.36 τ’ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ
24.37 καὶ πατέρι Πριάμῳ λαοῖσί τε , τοί κέ μιν ὦκα
24.38 ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν .
24.39 ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ ἐπαρήγειν ,
24.40 οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
24.41 γναμπτὸν ἐνὶ στήθεσσι , λέων δ’ ὣς ἄγρια οἶδεν ,
24.42 ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
24.43 εἴξας εἶσ’ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν ·
24.44 ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν , οὐδέ οἱ αἰδὼς
24.45 γίγνεται , τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι .
24.46 μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
24.47 ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν ·
24.48 ἀλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε ·
24.49 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν .
24.50 αὐτὰρ γ’ Ἕκτορα δῖον , ἐπεὶ φίλον ἦτορ ἀπηύρα ,
24.51 ἵππων ἐξάπτων περὶ σῆμ’ ἑτάροιο φίλοιο
24.52 ἕλκει · οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ’ ἄμεινον .
24.53 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς ·
24.54 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων .
24.55 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη ·
24.56 εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
24.57 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν .
24.58 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν ·
24.59 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος , ἣν ἐγὼ αὐτὴ
24.60 θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν