24.1 λῦτο δ’ ἀγών , λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
24.2 ἐσκίδναντ’ ἰέναι . τοὶ μὲν δόρποιο μέδοντο
24.3 ὕπνου τε γλυκεροῦ ταρπήμεναι · αὐτὰρ Ἀχιλλεὺς
24.4 κλαῖε φίλου ἑτάρου μεμνημένος , οὐδέ μιν ὕπνος
24.5 ᾕρει πανδαμάτωρ , ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα
24.6 Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ ,
24.7 ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
24.8 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων ·
24.9 τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν ,
24.10 ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος , ἄλλοτε δ’ αὖτε
24.11 ὕπτιος , ἄλλοτε δὲ πρηνής · τοτὲ δ’ ὀρθὸς ἀναστὰς
24.12 δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλός · οὐδέ μιν ἠὼς
24.13 φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε .
24.14 ἀλλ’ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους ,
24.15 Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν ,
24.16 τρὶς δ’ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
24.17 αὖτις ἐνὶ κλισίῃ παυέσκετο , τὸν δέ τ’ ἔασκεν
24.18 ἐν κόνι ἐκτανύσας προπρηνέα · τοῖο δ’ Ἀπόλλων
24.19 πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ’ ἐλεαίρων
24.20 καὶ τεθνηότα περ · περὶ δ’ αἰγίδι πάντα κάλυπτε
24.21 χρυσείῃ , ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων .
24.22 ὣς μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων ·
24.23 τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες ,
24.24 κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην .
24.25 ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν , οὐδέ ποθ’ Ἥρῃ
24.26 οὐδὲ Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ ,
24.27 ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
24.28 καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης ,
24.29 ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο ,
24.30 τὴν δ’ ᾔνησ’ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν .
24.31 ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς ,