23.876 ἀντικρὺ δὲ διῆλθε βέλος · τὸ μὲν ἂψ ἐπὶ γαίῃ
23.877 πρόσθεν Μηριόναο πάγη ποδός · αὐτὰρ ὄρνις
23.878 ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
23.879 αὐχέν’ ἀπεκρέμασεν , σὺν δὲ πτερὰ πυκνὰ λίασθεν .
23.880 ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο , τῆλε δ’ ἀπ’ αὐτοῦ
23.881 κάππεσε · λαοὶ δ’ αὖ θηεῦντό τε θάμβησάν τε .
23.882 ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε ,
23.883 Τεῦκρος δ’ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας .
23.884 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος ,
23.885 κὰδ δὲ λέβητ’ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
23.886 θῆκ’ ἐς ἀγῶνα φέρων · καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν ·
23.887 ἂν μὲν ἄρ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ,
23.888 ἂν δ’ ἄρα Μηριόνης , θεράπων ἐῢς Ἰδομενῆος .
23.889 τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
23.890 Ἀτρεΐδη · ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
23.891 ἠδ’ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος ·
23.892 ἀλλὰ σὺ μὲν τόδ’ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
23.893 ἔρχευ , ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν ,
23.894 εἰ σύ γε σῷ θυμῷ ἐθέλοις · κέλομαι γὰρ ἔγωγε .
23.895 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
23.896 δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον · αὐτὰρ γ’ ἥρως
23.897 Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον .