23.757 στὰν δὲ μεταστοιχί · σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς .
23.758 τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος · ὦκα δ’ ἔπειτα
23.759 ἔκφερ’ Ὀϊλιάδης · ἐπὶ δ’ ὄρνυτο δῖος Ὀδυσσεὺς
23.760 ἄγχι μάλ’ , ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
23.761 στήθεός ἐστι κανών , ὅν τ’ εὖ μάλα χερσὶ τανύσσῃ
23.762 πηνίον ἐξέλκουσα παρὲκ μίτον , ἀγχόθι δ’ ἴσχει
23.763 στήθεος · ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν , αὐτὰρ ὄπισθεν
23.764 ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι ·
23.765 κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’ ἀϋτμένα δῖος Ὀδυσσεὺς
23.766 αἰεὶ ῥίμφα θέων · ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοὶ
23.767 νίκης ἱεμένῳ , μάλα δὲ σπεύδοντι κέλευον .
23.768 ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον , αὐτίκ’ Ὀδυσσεὺς
23.769 εὔχετ’ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν ·
23.770 κλῦθι θεά , ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν .
23.771 ὣς ἔφατ’ εὐχόμενος · τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη ,
23.772 γυῖα δ’ ἔθηκεν ἐλαφρά , πόδας καὶ χεῖρας ὕπερθεν .
23.773 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλον ἐπαΐξασθαι ἄεθλον ,
23.774 ἔνθ’ Αἴας μὲν ὄλισθε θέων , βλάψεν γὰρ Ἀθήνη ,
23.775 τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμένων ἐριμύκων ,
23.776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς ·
23.777 ἐν δ’ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε ·
23.778 κρητῆρ’ αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς ,
23.779 ὡς ἦλθε φθάμενος · δὲ βοῦν ἕλε φαίδιμος Αἴας .
23.780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
23.781 ὄνθον ἀποπτύων , μετὰ δ’ Ἀργείοισιν ἔειπεν ·
23.782 πόποι μ’ ἔβλαψε θεὰ πόδας , τὸ πάρος περ
23.783 μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει .
23.784 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν .